Aς μην πλησιάσει εκείνος που του φαίνεται πως η δοκιμασία είναι μακροχρόνια!
Εσείς που αρνείστε το Ευαγγέλιο της ελπίδας, της δράσης και του θάρρους,
Που νομίσατε αβάσταχτη τη περίοδο της μάθησης,
Που χλωμιάζετε αντικρύζοντας την αγάπη,
Που τρομάζετε απ' τα φτερά ενός αγγέλου,

ΔΕ ΣΑΣ ΧΡΕΙΑΖΟΜΑΣΤΕ!

Ελ Μορύα

Τρίτη, 17 Αυγούστου 2010

ΨΑΛΜΟΙ του Προφήτου και Βασιλέως Δαυΐδ 61- 80

Ψαλμός ΞΑ΄.61 Ουχί τω Θεώ υποταγήσεται η ψυχή μου; παρ΄αυτώ γαρ το σωτήριον μου. Και γαρ αυτός Θεός μου και σωτήρ μου, και αντιλήπτωρ μου· ου μη σαλευθώ επί πλείον. ΄Εως πότε επιτίθεσθε επ΄άνθρωπον; φονεύετε πάντες υμείς, ως τοίχω κεκλιμένω και φραγμώ ωσμένω; Πλην την τιμήν μου εβουλεύσαντο απώσασθαι· έδραμον εν δίψη· τω στόματι αυτών ευλόγουν και τη καρδία αυτών κατηρώντο. Πλην τω Θεώ υποτάγηθι η ψυχή μου, ότι παρ΄αυτώ η υπομονή μου. ΄Οτι αυτός Θεός μου και σωτήρ μου, αντιλήπτωρ μου· ου μη μεταναστεύσω. Επί τω Θεώ το σωτήριον μου και η δόξα μου· ο Θεός της βοηθείας μου και η ελπίς μου επί τω Θεώ. Ελπίσατε επ΄αυτόν πάσα συναγωγή λαών, εκχέετε ενώπιον αυτού τας καρδίας υμών, ότι ο Θεός βοηθός ημών. Πλην μάταιοι οι υιοί των ανθρώπων, ψευδείς οι υιοί των ανθρώπων εν ζυγοίς του αδικήσαι· αυτοί εκ ματαιότητος επί το αυτό. Μη ελπίζετε επ΄αδικίαν και επί άρπαγμα μη επιποθείτε· πλούτος εάν ρέη, μη προστίθεσθε καρδίαν. ΄Απαξ ελάλησεν ο Θεός· δύο ταύτα ήκουσα, ότι το κράτος του Θεού και σου Κύριε, το έλεος· ότι συ αποδώσεις εκάστω κατά τα έργα αυτού.

Ψαλμός ΞΒ΄.62
Ο Θεός, ο Θεός μου, προς σε ορθρίζω· εδίψησε σε η ψυχή μου, ποσαπλώς σοι η σαρξ μου εν γη ερήμω και αβάτω και ανύδρω. Ούτως εν τω αγίω ώφθην σοι, του ιδείν την δύναμιν σου και την δόξαν σου. ΄Οτι κρείσσον το έλεος σου υπέρ ζωάς· τα χείλη μου επαινέσουσι σε. Ούτως ευλογήσω σε εν τη ζωή μου· και εν τω ονόματι σου αρώ τας χείρας μου. Ως εκ στέατος και πιότητος εμπλησθείη η ψυχή μου· και χείλη αγαλλιάσεως αινέσει το στόμα μου. Ει εμνημόνευον σου επί της στρωμνής μου, εν τοις όρθροις εμελέτων εις σε. ΄Οτι εγενήθης βοηθός μου, και εν τη σκέπη των πτερύγων σου αγαλλιάσομαι. Εκολλήθη η ψυχή μου οπίσω σου· εμού δε αντελάβετο η δεξιά σου. Αυτοί δε εις μάτην εζήτησαν την ψυχήν μου, εισελεύσονται εις τα κατώτατα της γης, παραδοθήσονται εις χείρας ρομφαίας· μερίδες αλωπέκων έσονται. Ο δε βασιλεύς ευφρανθήσεται επί τω Θεώ· επαινεθήσεται πας ο ομνύων εν αυτώ· ότι ενεφράγη στόμα λαλούντων άδικα.

Ψαλμός ΞΓ΄. 63
Εισάκουσον ο Θεός, της προσευχής μου, εν τω δέεσθαι με προς σε· από φόβου εχθρού εξελού την ψυχήν μου. Σκέπασον με από συστροφής πονηρευομένων, από πλήθους εργαζομένων αδικίαν. Οίτινες ηκόνησαν ως ρομφαίαν τας γλώσσας αυτών, ενέτειναν τόξον αυτών, πράγμα πικρόν. Του κατατοξεύσαι εν αποκρύφοις άμωμον· εξάπινα κατατοξεύσουσιν αυτόν και ου φοβηθήσονται. Εκραταίωσαν εαυτοίς λόγον πονηρόν· διηγήσαντο του κρύψαι παγίδα· είπον· Τίς όψεται αυτούς; Εξηρεύνησαν ανομίαν, εξέλιπον εξερευνώντες εξερευνήσεις. Προσελεύσεται άνθρωπος και καρδία βαθεία· και υψωθήσεται ο Θεός. Βέλος νηπίων εγενήθησαν αι πληγαί αυτών· και εξησθένησαν επ΄ αυτούς αι γλώσσαι αυτών. Εταράχθησαν πάντες οι θεωρούντες αυτούς· και εφοβήθη πας άνθρωπος. Και ανήγγειλαν τα έργα του Θεού και τα ποιήματα αυτού συνήκαν. Ευφρανθήσεται δίκαιος εν τω Κυρίω και ελπιεί επ΄αυτόν· και επαινεθήσονται πάντες οι ευθείς τη καρδία.
Δοξα. Και νυν. Αλληλούϊα.

Ψαλμός ΞΔ΄.64
Σοι πρέπει ύμνος, ο Θεός, εν Σιών, και σοι αποδοθήσεται ευχή εν Ιερουσαλήμ. Εισάκουσον προσευχής μου, προς σε πάσα σαρξ ήξει. Λόγοι ανόμων υπερεδυνάμωσαν ημάς, και τας ασεβείας ημών συ ιλάση. Μακάριος, ον εξελέξω και προσελάβου, κατασκηνώσει εν ταις αυλαίς σου. Πλησθησόμεθα εν τοις αγαθοίς του οίκου σου· άγιος ο ναός σου, θαυμαστός εν δικαιοσύνη. Επάκουσον ημών, ο Θεός, ο σωτήρ ημών, η ελπίς πάντων των περάτων της γης και των εν θαλάσση μακράν. Ετοιμάζων όρη εν τη ισχύϊ αυτού, περιεζωσμένος εν δυναστεία, ο συνταράσσων το κύτος της θαλάσσης· ήχους κυμάτων αυτής τίς υποστήσεται; Ταραχθήσονται τα έθνη, και φοβηθήσονται οι κατοικούντες τα πέρατα από των σημείων σου· εξόδους πρωίας και εσπέρας τέρψεις. Επεσκέψω την γην, και εμέθυσας αυτήν, επλήθυνας του πλουτίσαι αυτήν. Ο ποταμός του Θεού επληρώθη υδάτων· ητοίμασας την τροφήν αυτών, ότι ούτως η ετοιμασία. Τους αύλακας αυτής μέθυσον, πλήθυνον τα γεννήματα αυτής· εν ταις σταγόσιν αυτής ευφρανθήσεται ανατέλλουσα. Ευλογήσεις τον στέφανον του ενιαυτού της χρηστότητος σου, και τα πεδία σου πλησθήσονται πιότητος. Πιανθήσονται τα όρη της ερήμου και αγαλλίασιν οι βουνοί περιζώσονται. Ενεδύσαντο οι κριοί των προβάτων, και αι κοιλάδες πληθυνούσι σίτον· κεκράξονται και γαρ υμνήσουσι.

Ψαλμός ΞΕ΄.65
Αλαλάξατε τω Κυρίω πάσα η γη. Ψάλατε δη τω ονόματι αυτού, δότε δόξαν εν αινέσει αυτού. Είπατε τω Θεώ· Ως φοβερά τα έργα σου! εν τω πλήθει της δυνάμεως σου ψεύσονται σε οι εχθροί σου. Πάσα η γη προσκυνησάτωσαν σοι και ψαλάτωσαν σοι· ψαλάτωσαν δη τω ονόματι σου, Ύψιστε. Δεύτε και ίδετε τα έργα του Θεού, ως φοβερός εν βουλαίς, υπέρ τους υιούς των ανθρώπων. Ο μεταστρέφων την θάλασσαν εις ξηράν· εν ποταμώ διελεύσονται ποδί· εκεί ευφρανθησόμεθα επ΄αυτώ. Τω δεσπόζοντι εν τη δυναστεία αυτού του αιώνος· οι οφθαλμοί αυτού επί τα έθνη επιβλέπουσιν· οι παραπικραίνοντες μη υψούσθωσαν εν εαυτοίς. Ευλογείτε, έθνη, τον Θεόν ημών, και ακουτίσασθε την φωνήν της αινέσεως αυτού, του θεμένου την ψυχήν μου εις ζωήν, και μη δόντος εις σάλον τους πόδας μου. ΄Οτι εδοκίμασας ημάς, ο Θεός· επύρωσας ημάς ως πυρούται το αργύριον. Εισήγαγες ημάς εις την παγίδαR έθου θλίψεις επί τον νώτον ημών. Επεβίβασας ανθρώπους επί τας κεφαλάς ημών· διήλθομεν δια πυρός και ύδατος και εξήγαγες ημάς εις αναψυχήν. Εισελεύσομαι εις τον οίκον σου εν ολοκαυτώματι· αποδώσω σοι τας ευχάς μου, ας διέστειλε τα χείλη μου και ελάλησε το στόμα μου εν τη θλίψει μου. Ολοκαυτώματα μεμυελωμένα ανοίσω σοι μετά θυμιάματος και κριών· ανοίσω σοι βόας μετά χιμάρων. Δεύτε, ακούσατε, και διηγήσομαι υμίν, πάντες οι φοβούμενοι τον Θεόν, όσα εποίησε τη ψυχή μου. Προς αυτόν τω στόματι μου εκέκραξα και ύψωσα υπό την γλώσσαν μου. Αδικίαν ει εθεώρουν εν καρδία μου, μη εισακουσάτω μου Κύριος. Δια τούτο εισήκουσε μου ο Θεός, προσέσχε τη φωνή της δεήσεως μου. Ευλογητός ο Θεός, ος ούκ απέστησε την προσευχήν μου και το έλεος αυτού απ΄εμού.

Ψαλμός ΞΣΤ΄.66
Ο Θεός οικτειρήσαι ημάς και ευλογήσαι ημάς· επιφάναι το πρόσωπον αυτού εφ΄ημάς και ελεήσαι ημάς. Του γνώναι εν τη γη την οδόν σου, εν πάσιν έθνεσι το σωτήριον σου. Εξομολογησάσθωσαν σοι λαοί, ο Θεός· εξομολογησάσθωσαν οι λαοί πάντες. Ευφρανθήτωσαν και αγαλλιάσθωσαν έθνη, ότι κρινείς λαούς εν ευθύτητι και έθνη εν τη γη οδηγήσεις. Εξομολογησάσθωσαν σοι λαοί, ο Θεός· εξομολογησάσθωσαν σοι λαοί πάντες. Γη έδωκε τον καρπόν αυτής· ευλογήσαι ημάς ο Θεός, ο Θεός ημών. Ευλογήσαι ημάς ο Θεός· και φοβηθήτωσαν αυτόν πάντα τα πέρατα της γης.
Δόξα. Και νυν. Αλληλούϊα.

Ψαλμός ΞΖ΄.67
Αναστήτω ο Θεός και διασκορπισθήτωσαν οι εχθροί αυτού, και φυγέτωσαν από προσώπου αυτού οι μισούντες αυτόν. Ως εκλείπει καπνός, εκλειπέτωσαν· ως τήκεται κηρός από προσώπου πυρός, ούτως απολούνται οι αμαρτωλοί από προσώπου του Θεού. Και οι δίκαιοι ευφρανθήτωσαν· αγαλλιάσθωσαν ενώπιον του Θεού, τερφθήτωσαν εν ευφροσύνη. ΄Ασατε τω Θεώ, ψάλατε τω ονόματι αυτού, ωδοποιήσατε τω επιβεβηκότι επί δυσμών· Κύριος όνομα αυτώ· και αγαλλιάσθε ενώπιον αυτού. Ταραχθήτωσαν από προσώπου αυτού, του πατρός των ορφανών, του κριτού των χηρών· ο Θεός εν τόπω αγίω αυτού. Ο Θεός κατοικίζει μονοτρόπους εν οίκω, εξάγων πεπεδημένους εν ανδρεία, ομοίως τους παραπικραίνοντας, τους κατοικούντας εν τάφοις. Ο Θεός, εν τω εκπορεύεσθαι σε ενώπιον του λαού σου, εν τω διαβαίνειν σε εν τη ερήμω. Γη εσείσθη, και γαρ οι ουρανοί έσταξαν από προσώπου του Θεού του Σινά, από προσώπου του Θεού Ισραήλ. Βροχήν εκούσιον αφοριείς, ο Θεός, τη κληρονομία σου· και ησθένησε, συ δε κατηρτίσω αυτήν. Τα ζώα σου κατοικούσιν εν αυτή· ητοίμασας εν τη χρηστότητι σου τω πτωχώ, ο Θεός. Κύριος δώσει ρήμα τοις ευαγγελιζομένοις δυνάμει πολλή. Ο βασιλεύς των δυνάμεων του αγαπητού, τη ωραιότητι του οίκου διελέσθαι σκύλα. Εάν κοιμηθήτε αναμέσον των κλήρων, πτέρυγες περιστεράς· περιηργυρωμέναι, και τα μετάφρενα αυτής εν χλωρότητι χρυσίου. Εν τω διαστέλλειν τον Επουράνιον βασιλείς επ΄αυτής χιονωθήσονται εν Σελμών, ΄Ορος του Θεού, όρος πίον, όρος τετυρωμένον, όρος πίον. Ινατί υπολαμβάνετε όρη τετυρωμένα, το όρος, ό ευδόκησεν ο Θεός κατοικείν εν αυτώ; και γαρ ο Κύριος κατασκηνώσει εις τέλος. Το άρμα του Θεού μυριοπλάσιον, χιλιάδες ευθηνούντων. Κύριος εν αυτοίς εν Σινά ην, εν τω αγίω. Αναβάς εις ύψος, ηχμαλώτευσας αιχμαλωσίαν, έλαβες δόματα εν ανθρώποις· και γαρ απειθούντας του κατασκηνώσαι. Κύριος ο Θεός ευλογητός, ευλογητός Κύριος ημέραν καθ΄ημέραν· κατευοδώσαι ημίν Θεός των σωτηρίων ημών. Ο Θεός ημών, ο Θεός του σώζειν· και του Κυρίου Κυρίου αι διέξοδοι του θανάτου. Πλήν ο Θεός συνθλάσει κεφαλάς εχθρών αυτού, κορυφήν τριχός διαπορευομένων εν πλημμελείαις αυτών. Είπε Κύριος· εκ Βασάν επιστρέψω, επιστρέψω εν βυθοίς θαλάσσης. ΄Οπως αν βαφή ο πους σου εν αίματι, η γλώσσα των κυνών σου εξ εχθρών παρ΄αυτού. Εθεωρήθησαν αι πορείαι σου, ο Θεός, αι πορείαι του Θεού μου του βασιλέως του εν τω αγίω. Προέφθασαν άρχοντες, εχόμενοι ψαλλόντων, εν μέσω νεανίδων τυμπανιστριών. Εν εκκλησίαις ευλογείτε τον Θεόν, Κύριον εκ πηγών Ισραήλ. Εκεί Βενιαμίν νεώτερος εν εκστάσει, άρχοντες Ιούδα ηγεμόνες αυτών, άρχοντες Ζαβουλών, άρχοντες Νεφθαλείμ. ΄Εντειλαι ο Θεός, τη δυνάμει σου· δυνάμωσον ο Θεός, τούτο, ο κατειργάσω εν ημίν. Από του ναού σου επί Ιερουσαλήμ, σοι οίσουσι βασιλείς δώρα. Επιτίμησον τοις θηρίοις του καλάμου, η συναγωγή των ταύρων εν ταις δαμάλεσι των λαών του μη αποκλεισθήναι τους δεδοκιμασμένους τω αργυρίω· διασκόρπισον έθνη τα τους πολέμους θέλοντα. ΄Ηξουσι πρέσβεις εξ Αιγύπτου, Αιθιοπία προφθάσει χείρα αυτής τω Θεώ. Αι βασιλείαι της γης, άσατε τω Θεώ, ψάλατε τω Κυρίω, τω επιβεβηκότι επί τον ουρανόν του ουρανού κατά ανατολάς· ιδού δώσει τη φωνή αυτού φωνήν δυνάμεως. Δότε δόξαν τω Θεώ· επί τον Ισραήλ η μεγαλοπρέπεια αυτού, και η δύναμις αυτού εν ταις νεφέλαις. Θαυμαστός ο Θεός εν τοις αγίοις αυτού· ο Θεός Ισραήλ, αυτός δώσει δύναμιν και κραταίωσιν τω λαώ αυτού. Ευλογητός ο Θεός.
Δόξα. Και νυν. Αλληλούϊα.

Ψαλμός ΞΗ΄.68
Σώσον με, ο Θεός, ότι εισήλθοσαν ύδατα έως ψυχής μου. Ενεπάγην εις ιλύν βυθού και ουκ έστιν υπόστασις· ήλθον εις τα βάθη της θαλάσσης και καταιγίς κατεπόντισε με. Εκοπίασα κράζων, εβραγχίασεν ο λάρυγξ μου, εξέλιπον οι οφθαλμοί μου από του ελπίζειν με επί τον Θεόν μου. Επληθύνθησαν υπέρ τας τρίχας της κεφαλής μου οι μισούντες με δωρεάν· εκραταιώθησαν οι εχθροί μου, οι εκδιώκοντες με αδίκως· ά ουχ ήρπασα, τότε απετίννυον. Ο Θεός, συ έγνως την αφροσύνην μου και αι πλημμέλειαι μου από σου ούκ απεκρύβησαν. Μη αισχυνθείησαν επ΄εμέ οι υπομένοντες σε, Κύριε, Κύριε των δυνάμεων· μηδέ εντραπείησαν επ΄εμέ οι ζητούντες σε, ο Θεός του Ισραήλ. ΄Οτι ένεκα σου υπήνεγκα ονειδισμόν, εκάλυψεν εντροπή το πρόσωπον μου. Απηλλοτριωμένος εγενήθην τοις αδελφοίς μου και ξένος τοις υιοίς της μητρός μου. ΄Οτι ο ζήλος του οίκου σου κατέφαγε με, και οι ονειδισμοί των ονειδιζόντων σε επέπεσον επ΄εμέ. Και συνεκάλυψα εν νηστεία την ψυχήν μου, και εγενήθη εις ονειδισμούς εμοί. Και εθέμην το ένδυμα μου σάκκον, και εγενόμην αυτοίς εις παραβολήν. Κατ΄εμού ηδολέσχουν οι καθήμενοι εν πύλαις, και εις εμέ έψαλλον οι πίνοντες οίνον. Εγώ δε τη προσευχή μου προς σε, Κύριε· καιρός ευδοκίας· ο Θεός, εν τω πλήθει του ελέους σου επάκουσον μου, εν αληθεία της σωτηρίας σου. Σώσον με από πηλού, ίνα μη εμπαγώ· ρυσθείην εκ των μισούντων με και εκ των βαθέων των υδάτων. Μη με καταποντισάτω καταιγίς ύδατος, μηδέ καταπιέτω με βυθός, μηδέ συσχέτω επ΄εμέ φρέαρ το στόμα αυτού. Εισάκουσον μου, Κύριε, ότι χρηστόν το έλεος σου, κατά το πλήθος των οικτιρμών σου, επίβλεψον επ΄εμέ. Μη αποστρέψης το πρόσωπον σου από του παιδός σου, ότι θλίβομαι, ταχύ επάκουσον μου. Πρόσχες τη ψυχή μου και λύτρωσαι αυτήν· ένεκα των εχθρών μου ρύσαι με. Συ γαρ γινώσκεις τον ονειδισμόν μου και την αισχύνην μου και την έντροπην μου· εναντίον σου πάντες οι θλίβοντες με. Ονειδισμόν προσεδόκησεν η ψυχή μου και ταλαιπωρίαν· και υπέμεινα συλλυπούμενον, και ουχ υπήρξε· και παρακαλούντας και ουχ εύρον. Και έδωκαν εις το βρώμα μου χολήν και εις την δίψαν μου επότισαν με όξος. Γενηθήτω η τράπεζα αυτών ενώπιον αυτών εις παγίδα, και εις ανταπόδοσιν και εις σκάνδαλον. Σκοτισθήτωσαν οι οφθαλμοί αυτών του μη βλέπειν, και τον νώτον αυτών διαπαντός σύγκαμψον. ΄Εκχεον επ΄αυτούς την οργήν σου, και ο θυμός της οργής σου καταλάβοι αυτούς. Γενηθήτω η έπαυλις αυτών ηρημωμένη, και εν τοις σκηνώμασιν αυτών μη έστω ο κατοικών. ΄Οτι, όν συ επάταξας, αυτοί κατεδίωξαν και επί το άλγος των τραυμάτων μου προσέθηκαν. Πρόσθες ανομίαν επί τη ανομία αυτών, και μη εισελθέτωσαν εν δικαιοσύνη σου. Εξαλειφθήτωσαν εκ βίβλου ζώντων και μετά δικαίων μη γραφήτωσαν. Πτωχός και άλγων ειμί εγώR η σωτηρία σου, ο Θεός, αντιλάβοιτο μοι. Αινέσω το όνομα του Θεού μετ΄ωδής, μεγαλυνώ αυτόν εν αινέσει. Και αρέσει τω Θεώ υπέρ μόσχον νέον, κέρατα εκφέρονται και οπλάς. Ιδέτωσαν πτωχοί και ευφρανθήτωσαν· εκζητήσατε τον Θεόν, και ζήσεται η ψυχή ημών. ΄Οτι εισήκουσε των πενήτων ο Κύριος και τους πεπεδημένους αυτού ούκ εξουδένωσε. Αινεσάτωσαν αυτόν οι ουρανοί και η γη, θάλασσα και πάντα τα έρποντα εν αυτή. ΄Οτι ο Θεός σώσει την Σιών, και οικοδομηθήσονται αι πόλεις της Ιουδαίας, και κατοικήσουσιν εκεί και κληρονομήσουσιν αυτήν. Και το σπέρμα των δούλων σου καθέξουσιν αυτήν, και οι αγαπώντες το όνομα σου κατασκηνώσουσιν εν αυτή.

Ψαλμός ΞΘ΄.69
Ο Θεός, εις την βοήθειαν μου πρόσχες· Κύριε, εις το βοηθήσαι μοι σπεύσον. Αισχυνθήτωσαν και εντραπήτωσαν οι ζητούντες την ψυχήν μου· αποστραφήτωσαν εις τα οπίσω, και καταισχυνθήτωσαν οι βουλόμενοι μοι κακά. Αποστραφήτωσαν παραυτίκα αισχυνόμενοι οι λέγοντες μοι Εύγε, εύγε! Αγαλλιάσθωσαν και ευφρανθήτωσαν επί σοι πάντες οι ζητούντες σε, ο Θεός, και λεγέτωσαν διαπαντός. Μεγαλυνθήτω ο Κύριος, οι αγαπώντες το σωτήριον σου. Εγώ δε πτωχός ειμί και πένης· ο Θεός, βοήθησον μοι· βοηθός μου και ρύστης μου ει συ, Κύριε· μη χρονίσης.
Δόξα. Και νυν. Αλληλούϊα

Ψαλμός Ο΄.70
Επι σοί, Κύριε, ήλπισα· μη καταισχυνθείην εις τον αιώνα. Εν τη δικαιοσύνη σου ρύσαι με και εξελού με· κλίνον προς με το ους σου και σώσον με. Γενού μοι εις Θεόν υπερασπιστήν και εις τόπον οχυρόν του σώσαι με· ότι στερέωμα μου και καταφυγή μου ει συ. Ο Θεός μου, ρύσαι με εκ χειρός αμαρτωλού, εκ χειρός παρανομούντος και αδικούντος. ΄Οτι συ ει η υπομονή μου, Κύριε· Κύριε, η ελπίς μου εκ νεότητος μου. Επί σε επεστηρίχθην από γαστρός, εκ κοιλίας μητρός μου συ μου ει σκεπαστής· εν σοι η ύμνησις μου δια παντός. Ωσεί τέρας εγενήθην εν πολλοίς, και συ βοηθός μου κραταιός. Πληρωθήτω το στόμα μου αινέσεως, όπως υμνήσω την δόξαν σου, όλην την ημέραν την μεγαλοπρέπειαν σου. Μη απορρίψης με εις καιρόν γήρως· εν των εκλείπειν την ισχύν μου μη εγκαταλίπης με. ΄Οτι είπον οι έχθροι μου εμοί και οι φυλάσσοντες την ψυχήν μου εβουλεύσαντο επί το αυτό. Λέγοντες· ο Θεός εγκατέλιπεν αυτόν· καταδιώξατε και καταλάβετε αυτόν, ότι ούκ έστιν ο ρυόμενος. Ο Θεός μου, μη μακρύνης απ΄εμού· ο Θεός μου, εις την βοήθειαν μου πρόσχες. Αισχυνθήτωσαν και εκλιπέτωσαν οι ενδιαβάλλοντες την ψυχήν μου· περιβαλλέσθωσαν αισχύνην και εντροπήν οι ζητούντες τα κακά μοι. Εγώ δε διαπαντός ελπιώ επι σε και προσθήσω επί πάσαν την αίνεσιν σου. Το στόμα μου αναγγελεί την δικαιοσύνην σου, όλην την ημέραν την σωτηρίαν σου· ότι ούκ έγνων γραμματείας. Εισελεύσομαι εν δυναστεία Κυρίου, Κύριε, μνησθήσομαι της δικαιοσύνης σου μόνου. Ο Θεός μου, ά εδίδαξας με εκ νεότητος μου, και μέχρι του νυν απαγγελώ τα θαυμάσια σου. Και έως γήρως και πρεσβείου, ο Θεός μου, μη εγκαταλίπης με· έως αν απαγγείλω τον βραχίονα σου τη γενεά πάση τη ερχομένη. Την δυναστείαν σου, και την δικαιοσύνην σου, ο Θεός, έως των υψίστων, ά εποίησας μοι μεγαλεία. Ο Θεός, τίς όμοιος σοι; ΄Οσας έδειξας μοι θλίψεις πολλάς και κακάς· και επιστρέψας παρεκάλεσας με και εκ των αβύσσων της γης πάλιν ανήγαγες με. Και γαρ εγώ εξομολογήσομαι σοι εν λαοίς, Κύριε, εν σκεύεσι ψαλμού την αλήθειαν σου, ο Θεός· ψαλώ σοι εν κιθάρα, ο άγιος του Ισραήλ. Αγαλλιάσονται τα χείλη μου, όταν ψάλω σοι, και η ψυχή μου, ήν ελυτρώσω. ΄Ετι δε και η γλώσσα μου όλην την ημέραν μελετήσει την δικαιοσύνην σου, όταν αισχυνθώσι και εντραπώσιν οι ζητούντες τα κακά μοι.

Ψαλμός ΟΑ΄.71
Ο Θεός, το κρίμα σου τω βασιλεί δος και την δικαιοσύνην σου τω υιώ του βασιλέως. Κρίνειν τον λαόν σου εν δικαιοσύνη, και τους πτωχούς σου εν κρίσει. Αναλαβέτω τα όρη ειρήνην τω λαώ και οι βουνοί δικαιοσύνην. Κρινεί τους πτωχούς του λαού, και σώσει τους υιούς των πενήτων και ταπεινώσει συκοφάντην. Και συμπαραμενεί τω ηλίω και προ της σελήνης γενεάς γενεών. Καταβήσεται ως υετός επί πόκον και ωσεί σταγών η στάζουσα επί την γην. Ανατελεί εν ταις ημέραις αυτού δικαιοσύνη και πλήθος ειρήνης, εως ου ανταναιρεθή η σελήνη. Και κατακυριεύσει από θαλάσσης εως θαλάσσης και από ποταμών εως περάτων της οικουμένης. Ενώπιον αυτού προπεσούνται Αιθίοπες και οι εχθροί αυτού χουν λείξουσι. Βασιλείς Θαρσείς και νήσοι δώρα προσοίσουσι, βασιλείς Αράβων και Σαβά δώρα προσάξουσι. Και προσκυνήσουσιν αυτώ πάντες οι βασιλείς της γης, πάντα τα έθνη δουλεύσουσιν αυτώ. ΄Οτι ερρύσατο πτωχόν εκ δυνάστου και πένητα, ώ ουχ υπήρχε βοηθός. Φείσεται πτωχού και πένητος και ψυχάς πενήτων σώσει. Εκ τόκου και εξ αδικίας λυτρώσεται τας ψυχάς αυτών και έντιμον το όνομα αυτού ενώπιον αυτών. Και ζήσεται, και δοθήσεται αυτώ εκ του χρυσίου της Αραβίας· και προσεύξονται περί αυτού δια παντός· όλην την ημέραν ευλογήσουσιν αυτόν. ΄Εσται στήριγμα εν τη γη επ΄άκρων των ορέων· υπεραρθήσεται υπέρ τον Λίβανον ο καρπός αυτού, και εξανθήσουσιν εκ πόλεως ωσεί χόρτος της γης. ΄Εσται το όνομα αυτού ευλογημένον εις τους αιώνας· προ του ηλίου διαμένει το όνομα αυτού· και ενευλογηθήσονται εν αυτώ πάσαι αι φυλαί της γης, πάντα τα έθνη μακαριούσιν αυτόν. Ευλογητός Κύριος, ο Θεός τω Ισραήλ, ο ποιών θαυμάσια μόνος. Και ευλογημένον το όνομα της δόξης αυτού εις τον αιώνα και εις τον αιώνα του αιώνος. Και πληρωθήσεται της δόξης αυτού πάσα η γη. Γένοιτο, γένοιτο.
Δόξα. Και νυν. Αλληλούϊα.

Ψαλμός ΟΒ΄.72
Ως αγαθός ο Θεός τω Ισραήλ, τοις ευθέσι τη καρδία! Εμού δε παραμικρόν εσαλεύθησαν οι πόδες, παρ΄ολίγον εξεχύθη τα διαβήματα μου. ΄Οτι εζήλωσα επί τοις ανόμοις, ειρήνην αμαρτωλών θεωρών. ΄Οτι ουκ έστιν ανάνευσις εν τω θανάτω αυτών και στερέωμα εν τη μάστιγι αυτών. Εν κόποις ανθρώπων ουκ εισί και μετά ανθρώπων ου μαστιγωθήσονται. Δια τούτο εκράτησεν αυτούς η υπερηφανία αυτών εις τέλος, περιεβάλοντο αδικίαν και ασέβειαν εαυτών. Εξελεύσεται ως εκ στέατος η αδικία αυτών· διήλθοσαν εις διάθεσιν καρδίας. Διενοήθησαν, και ελάλησαν εν πονηρία· αδικίαν εις το ύψος ελάλησαν. ΄Εθεντο εις ουρανόν το στόμα αυτών, και η γλώσσα αυτών διήλθε επί της γης. Δια τούτο επιστρέψει ο λαός μου ενταύθα· και ημέραι πλήρεις ευρεθήσονται εν αυτοίς. Και είπον· Πώς έγνω ο Θεός; και εί έστι γνώσις εν τω Υψίστω; Ιδού ούτοι οι αμαρτωλοί και οι ευθηνούντες εις τον αιώνα κατέσχον πλούτου. Και είπα· ΄Αρα ματαίως εδικαίωσα την καρδίαν μου και ενιψάμην εν αθώοις τας χείρας μου. Και εγενόμην μεμαστιγωμένος όλην την ημέραν, και ο έλεγχος μου εις τας πρωίας. Και έλεγον· Διηγήσομαι ούτως· ιδού τη γενεά των υιών σου ησυνθέτηκα. Και υπέλαβον του γνώναι· τούτο κόπος εστίν ενώπιον μου. ΄Εως ου εισέλθω εις το αγιαστήριον του Θεού και συνώ εις τα έσχατα αυτών. Πλήν δια τας δολιότητας αυτών έθου αυτοίς κακά, κατέβαλες αυτούς εν τω επαρθήναι. Πώς εγένοντο εις ερήμωσιν; εξάπινα εξέλιπον, απώλοντο δια την ανομίαν αυτών. Ωσεί ενύπνιον εξεγειρομένου, Κύριε, εν τη πόλει σου την εικόνα αυτών εξουδενώσεις. ΄Οτι εξεκαύθη η καρδία μου, και οι νεφροί μου ηλλοιώθησαν. Καγώ εξουδενωμένος, και ουκ έγνων· κτηνώδης εγενήθην παρά σοι, καγώ διαπαντός μετά σου. Εκράτησας της χειρός της δεξιάς μου και εν τη βουλή σου ωδήγησας με και μετά δόξης προσελάβου με. Τί γαρ μοι υπάρχει εν τω ουρανώ; και παρά σου τί ηθέλησα επί της γης; Εξέλιπεν η καρδία μου και η σάρξ μου· ο Θεός της καρδίας μου και η μερίς μου ο Θεός εις τον αιώνα. ΄Οτι ιδού οι μακρύνοντες εαυτούς από σου, απολούνται· εξωλόθρευσας πάντα τον πορνεύονται από σου. Εμοί δε το προσκολλάσθαι τω Θεώ αγαθόν εστί, τίθεσθαι εν τω Κυρίω την ελπίδα μου, του εξαγγείλαι με πάσας τας αινέσεις σου εν ταις πύλαις της θυγατρός Σιών.

Ψαλμός ΟΓ΄.73
Ινατί, ο Θεός, απώσω εις τέλος; ωργίσθη ο θυμός σου επί πρόβατα νομής σου; Μνήσθητι της συναγωγής σου, ης εκτήσω απ΄αρχής. Ελυτρώσω ράβδον κληρονομίας σου· όρος Σιών τούτο, ο κατεσκήνωσας εν αυτώ. ΄Επαρον τας χείρας σου επί τας υπερηφανίας αυτών εις τέλος· όσα επονηρεύσατο ο εχθρός εν τω αγίω σου. Και ενεκαυχήσαντο οι μισούντες σε εν μέσω της εορτής σου. ΄Εθεντο τα σημεία αυτών σημεία και ούκ έγνωσαν, ως εις την έξοδον υπεράνω. Ως εν δρυμώ ξύλων αξίναις εξέκοψαν τας θύρας αυτής επί το αυτό· εν πελέκει και λαξευτηρίω κατέρραξαν αυτήν. Ενεπύρισαν εν πυρί το αγιαστήριον σου, εις την γην εβεβήλωσαν το σκήνωμα του ονόματος σου. Είπον εν τη καρδία αυτών αι συγγένειαι αυτών επί το αυτό· Δεύτε, και καταπαύσωμεν πάσας τας εορτάς του Θεού από της γης. Τα σημεία αυτών ούκ είδομεν· ούκ έστιν έτι προφήτης, και ημάς ου γνώσεται έτι. ΄Εως πότε, ο Θεός, ονειδιεί ο εχθρός, παροξυνεί ο υπεναντίος το όνομα σου εις τέλος; Ινατί αποστρέφεις την χείρα σου και την δεξιάν σου εκ μέσου του κόλπου σου εις τέλος; Ο δε Θεός βασιλεύς ημών προ αιώνων· ειργάσατο σωτηρίαν εν μέσω της γης. Συ εκραταίωσας εν τη δυνάμει σου την θάλασσαν· συ συνέτριψας τας κεφαλάς των δρακόντων επί του ύδατος. Συ συνέθλασας την κεφαλήν του δράκοντος, έδωκας αυτόν βρώμα λαοίς τοις Αιθίοψι. Συ διέρρηξας πηγάς και χειμάρρους· συ εξήρανας ποταμούς Ηθάμ. Ση εστίν η ημέρα και ση εστίν η νυξ· συ κατηρτίσω φαύσιν και ήλιον. Σύ εποίησας πάντα τα ωραία της γης, θέρος και έαρ· σύ έπλασας αυτά. Μνήσθητι ταύτης· εχθρός ωνείδισε τον Κύριον, και λαός άφρων παρώξυνε το όνομα σου. Μη παραδώς τοις θηρίοις ψυχήν εξομολογουμένην σοι· των ψυχών των πενήτων σου μη επιλάθη εις τέλος. Επίβλεψον επί την διαθήκην σου· ότι επληρώθησαν οι εσκοτισμένοι της γης οίκων ανομιών. Μη αποστραφήτω τεταπεινωμένος και κατησχυμμένος· πτωχός και πένης αινέσουσι το όνομα σου. Ανάστα ο Θεός, δίκασον την δίκην σου· μνήσθητι των ονειδισμών σου των υπό άφρονος όλην την ημέραν. Μη επιλάθη της φωνής των ικετών σου· η υπερηφανία των μισούντων σε ανέβη δια παντός.
Δόξα. Και νυν. Αλληλούϊα.

Ψαλμός ΟΔ΄.74
Εξομολογήσομαι σοι, ο Θεός· εξομολογησόμεθα σοι, και επικαλεσόμεθα το όνομα σου· διηγήσομαι πάντα τα θαυμάσια του. ΄Οταν λάβω καιρόν, εγώ ευθύτητας κρινώ. Ετάκη η γη και πάντες οι κατοικούντες εν αυτή· εγώ εστερέωσα τους στύλους αυτής. Είπα τοις παρανομούσι· Μη παρανομείτε· και τοις αμαρτάνουσι· Μη υψούτε κέρας. Μη επαίρετε εις ύψος το κέρας υμών και μη λαλείτε κατά του Θεού αδικίαν. ΄Οτι ούτε εξ εξόδων, ούτε από δυσμών, ούτε από ερήμων ορέων ότι ο Θεός κριτής έστι. Τούτον ταπεινοί, και τούτον υψοί· ότι ποτήριον εν χειρί Κυρίου, οίνου ακράτου, πλήρες κεράσματος. Και έκλινεν εκ τούτου εις τούτο, πλην ο τρυγίας αυτού ούκ εξεκενώθη, πίονται πάντες οι αμαρτωλοί της γης. Εγώ δε αγαλλιάσομαι εις τον αιώνα, ψαλώ τω Θεώ Ιακώβ. Και πάντα τα κέρατα των αμαρτωλών συνθλάσω, και υψωθήσεται το κέρας του δικαίου.

Ψαλμός ΟΕ΄.75
Γνωστός εν τη Ιουδαία ο Θεός· εν τω Ισραήλ μέγα το όνομα αυτού. Και εγενήθη εν ειρήνη ο τόπος αυτού και το κατοικητήριον αυτού εν Σιών. Εκεί συνέτριψε τα κράτη των τόξων, όπλον και ρομφαίαν και πόλεμον. Φωτίζεις συ θαυμαστώς από ορέων αιωνίων. Εταράχθησαν πάντες οι ασύνετοι τη καρδία· ύπνωσαν ύπνον αυτών, και ούχ εύρον ουδέν πάντες οι άνδρες του πλούτου ταις χερσίν αυτών. Από επιτιμήσεως σου, ο Θεός Ιακώβ, ενύσταξαν οι επιβεβηκότες τοις ίπποις. Συ φοβερός ει και τίς αντιστήσεται σοι; από τότε η οργή σου. Εκ του ουρανού ηκούτισας κρίσιν. Γη εφοβήθην και ησύχασεν εν τω αναστήναι εις κρίσιν τον Θεόν, του σώσαι πάντας τους πραείς της γης. ΄Οτι ενθύμιον ανθρώπου εξομολογήσεται σοι και εγκατάλειμμα ενθυμίου εορτάσει σοι. Εύξασθε και απόδοτε Κυρίω τω Θεώ ημών· πάντες οι κύκλω αυτού οίσουσι δώρα. Τω φοβερώ και αφαιρουμένω πνεύματα αρχόντων, φοβερώ παρά τοις βασιλεύσι της γης.

Ψαλμός ΟΣΤ΄.76
Φωνή μου προς Κύριον εκέκραξα, φωνή μου προς τον Θεόν και προσέσχε μοι. Εν ημέρα θλίψεως μου τον Θεόν εξεζήτησα· ταις χερσί μου νυκτός εναντίον αυτού και ούκ ηπατήθην· απηνήνατο παρακληθήναι η ψυχή μου. Εμνήσθην του Θεού και ευφράνθην· ηδολέσχησα και ωλιγοψύχησε το πνεύμα μου. Προκατελάβοντο φύλακας οι οφθαλμοί μου· εταράχθην, και ούκ ελάλησα. Διελογισάμην ημέρας αρχαίας, και έτη αιώνια εμνήσθην, και εμελέτησα. Νυκτός μετά καρδίας μου ηδολέσχουν, και έσκαλλε το πνεύμα μου. Μη εις τους αιώνας απώσεται Κύριος και ου προσθήσει του ευδοκήσαι έτι; ΄Η εις τέλος το έλεος αυτού αποκόψει; συνετέλεσε ρήμα από γενεάς εις γενεάν; ΄Η επιλήσεται του οικτειρήσαι ο Θεός; ή συνέξει εν τη οργή αυτού τους οικτιρμούς αυτού; Και είπα· Νυν ηρξάμην· αύτη η αλλοίωσις της δεξιάς του Υψίστου. Εμνήσθην των έργων Κυρίου· ότι μνησθήσομαι από της αρχής των θαυμασίων σου. Και μελετήσω εν πάσι τοις έργοις σου και εν τοις επιτηδεύμασι σου αδολεσχήσω. Ο Θεός, εν τω αγίω η οδός σου· τίς Θεός μέγας ως ο Θεός ημών; συ εί ο Θεός, ο ποιών θαυμάσια. Εγνώρισας εν τοις λαοίς την δύναμιν σου, ελυτρώσω εν τω βραχίονι σου τον λαόν σου, τους υιούς Ιακώβ και Ιωσήφ. Είδοσαν σε ύδατα ο Θεός, είδοσαν σε ύδατα, και εφοβήθησαν· εταράχθησαν άβυσσοι· πλήθος ηχούς υδάτων. Φωνήν έδωκαν αι νεφέλαι· και γαρ τα βέλη σου διαπορεύονται. Φωνή της βροντής σου εν τω τροχώ· έφαναν αι αστραπαί σου τη οικουμένη· εσαλεύθη, και έντρομος εγενήθη η γη. Εν τη θαλάσση αι οδοί σου, και αι τρίβοι σου εν ύδασι πολλοίς και τα ίχνη σου ου γνωσθήσονται. Ωδήγησας ως πρόβατα τον λαόν σου εν χειρί Μωυσή και Ααρών.
Δόξα. Και νυν. Αλληλούϊα.

Ψαλμός ΟΖ΄.77
Προσέχετε, λαός μου, τω νόμω μου· κλίνατε το ούς υμών εις τα ρήματα του στόματος μου. Ανοίξω εν παραβολαίς το στόμα μου· φθέγξομαι προβλήματα απ΄αρχής. ΄Οσα ηκούσαμεν και έγνωμεν αυτά και οι πατέρες ημών διηγήσαντο ημίν. Ούκ εκρύβη από των τέκνων αυτών εις γενεάν ετέραν, απαγγέλοντες τας αινέσεις του Κυρίου και τας δυναστείας αυτού και τα θαυμάσια αυτού, ά εποίησε. Και ανέστησε μαρτύριον εν Ιακώβ και νόμον έθετο εν Ισραήλ. ΄Οσα ενετείλατο τοις πατράσιν ημών του γνωρίσαι αυτά τοις υιοίς αυτών. ΄Οπως αν γνω γενεά ετέρα, υιοί οι τεχθησόμενοι, και αναστήσονται και απαγγελούσιν αυτά τοις υιοίς αυτών. ΄Ινα θώνται επί τον Θεόν την ελπίδα αυτών και μη επιλάθωνται των έργων του Θεού και τας εντολάς αυτού εκζητήσωσι. ΄Ινα μη γένωνται ως οι πατέρες αυτών, γενεά σκολιά και παραπικραίνουσα. Γενεά, ήτις ου κατήυθυνε την καρδία εαυτής, και ούκ επιστώθη μετά του Θεού το πνεύμα αυτής. Υιοί Εφραίμ, εντείνοντες και βάλλοντες τόξοις, εστράφησαν εν ημέρα πολέμου. Ούκ εφύλαξαν την διαθήκην του Θεού και εν τω νόμω αυτού ούκ ηβουλήθησαν πορεύεσθαι. Και επελάθοντο των ευεργεσιών αυτού και των θαυμασίων αυτού, ων έδειξεν αυτοίς. Εναντίον των πατέρων αυτών, ά εποίησε θαυμάσια εν γη Αιγύπτω, εν πεδίω Τάνεως. Διέρρηξε θάλασσαν και διήγαγεν αυτούς· παρέστησεν ύδατα ωσεί ασκόν. Και ωδήγησεν αυτούς εν νεφέλη ημέρας και όλην την νύκτα εν φωτισμώ πυρός. Διέρρηξε πέτραν εν ερήμω και επότισεν αυτούς ως εν αβύσσω πολλή. Και εξήγαγεν ύδωρ εκ πέτρας και κατήγαγεν ως ποταμούς ύδατα. Και προσέθεντο έτι του αμαρτάνειν αυτώR παρεπίκραναν τον Ύψιστον εν ανύδρω. Και εξεπείρασαν τον Θεόν εν ταις καρδίαις αυτών, του αιτήσαι βρώματα ταις ψυχαίς αυτών. Και κατελάλησαν του Θεού και είπον· Μη δυνήσεται ο Θεός ετοιμάσαι τράπεζαν εν ερήμω; Επεί επάταξε πέτραν και ερρύησαν ύδατα και χείμαρροι κατεκλύσθησαν· μη και άρτον δύναται δούναι, ή ετοιμάσαι τράπεζαν τω λαώ αυτού; Δια τούτο ήκουσε Κύριος και ανεβάλετο, και πυρ ανήφθη εν Ιακώβ, και οργή ανέβη επί τον Ισραήλ. ΄Οτι ούκ επίστευσαν εν τω Θεώ, ουδέ ήλπισαν επί το σωτήριον αυτού. Και ενετείλατο νεφέλαις υπεράνωθεν και θύρας ουρανού ανέωξε. Και έβρεξεν αυτοίς μάννα φαγείν και άρτον ουρανού έδωκεν αυτοίς. ΄Αρτον αγγέλων έφαγεν άνθρωπος, επισιτισμόν απέστειλεν αυτοίς εις πλησμονήν. Απήρε Νότον εξ ουρανού και επήγαγεν εν τη δυνάμει αυτού Λίβα. Και έβρεξεν επ΄αυτούς ωσεί χούν σάρκας και ωσεί άμμον θαλασσών πετεινά πτερωτά. Και επέπεσον εν μέσω παρεμβολής αυτών, κύκλω των σκηνωμάτων αυτών. Και έφαγον και ενεπλήσθησαν σφόδρα, και την επιθυμίαν αυτών ήνεγκεν αυτοίς· ούκ εστερήθησαν από της επιθυμίας αυτών. ΄Ετι της βρώσεως ούσης εν τω στόματι αυτών, και η οργή του Θεού ανέβη επ΄αυτούς, και απέκτεινεν εν τοις πλείοσιν αυτών, και τους εκλεκτούς τους Ισραήλ συνεπόδισεν. Εν πάσι τούτοις ήμαρτον έτι και ούκ επίστευσαν εν τοις θαυμασίοις αυτού. Και εξέλιπον εν ματαιότητι αι ημέραι αυτών και τα έτη αυτών μετά σπουδής. ΄Οταν απέκτεινεν αυτούς, τότε εξεζήτουν αυτόν, και επέστρεφον και ώρθριζον προς τον Θεόν. Και εμνήσθησαν ότι ο Θεός βοηθός αυτών έστι και ο Θεός ο Ύψιστος λυτρωτής αυτών έστι. Και ηγάπησαν αυτόν εν τω στόματι αυτών και τη γλώσση αυτών εψεύσαντο αυτώ. Η δε καρδία αυτών ούκ ευθεία μετ΄αυτού, ουδέ επιστώθησαν εν τη διαθήκη αυτού. Αυτός δε έστιν οικτίρμων και ιλάσκεται ταις αμαρτίαις αυτών. Και ού διαφθερεί και πληθυνεί του αποστρέψαι τον θυμόν αυτού και ουχί εκκαύσει πάσαν την οργήν αυτού. Και εμνήσθη ότι σάρξ είσι, πνεύμα πορευόμενον, και ούκ επιστρέφον. Ποσάκις παρεπίκραναν αυτόν εν τη ερήμω, παρώργισαν αυτόν εν γη ανύδρω; Και επέστρεψαν και επείρασαν τον Θεόν και τον άγιον του Ισραήλ παρώξυναν. Και ούκ εμνήσθησαν της χειρός αυτού, ημέρας ης ελυτρώσατο αυτούς εκ χειρός θλίβοντος. Ως έθετο εν Αιγύπτω τα σημεία αυτού και τα τέρατα αυτού εν πεδίω Τάνεως. Και μετέστρεψεν εις αίμα τους ποταμούς αυτών και τα ομβρήματα αυτών, όπως μη πίωσι. Εξαπέστειλεν εις αυτούς κυνόμυιαν, και κατέφαγεν αυτούς· και βάτραχον και διέφθειρεν αυτούς. Και έδωκε τη ερυσίβη τους καρπούς αυτών και τους πόνους αυτών τη ακρίδι. Απέκτεινεν εν χαλάζη την άμπελον αυτών και τους συκαμίνους αυτών εν τη πάχνη. Και παρέδωκεν εις χάλαζαν τα κτήνη αυτών και την ύπαρξιν αυτών τω πυρί. Εξαπέστειλεν εις αυτούς οργήν θυμού αυτού, θυμόν και οργήν και θλίψιν, αποστολήν δι΄αγγέλων πονηρών. Ωδοποίησε τρίβον τη οργή αυτούR και ούκ εφείσατο από θανάτου των ψυχών αυτών και τα κτήνη αυτών εις θάνατον συνέκλεισε. Και επάταξε παν πρωτότοκον εν γη Αιγύπτω, απαρχήν παντός πόνου αυτών, εν τοις σκηνώμασι Χαμ. Και απήρεν ως πρόβατα τον λαόν αυτού και ανήγαγεν αυτούς ως ποίμνιον εν ερήμω. Και ωδήγησεν αυτούς επ΄ελπίδι, και ούκ έδειλίασανR και τους εχθρούς αυτών εκάλυψε θάλασσα. Και εισήγαγεν αυτούς εις όρος αγιάσματος αυτού, όρος τούτο, ό εκτήσατο η δεξιά αυτού. Και εξέβαλεν από προσώπου αυτών έθνη και εκληροδότησεν αυτούς εν σχοινίω κληροδοσίας. Και κατεσκήνωσεν εν τοις σκηνώμασιν αυτών τας φυλάς του Ισραήλ. Και επείρασαν και παρεπίκραναν τον Θεόν τον Ύψιστον, και τα μαρτύρια αυτού ούκ εφυλάξαντο. Και απέστρεψαν και ηθέτησαν, καθώς και οι πατέρες αυτών· μετεστράφησαν εις τόξον στρεβλόν. Και παρώργισαν αυτόν εν τοις βουνοίς αυτών και εν τοις γλυπτοίς αυτών παρεζήλωσαν αυτόν. ΄Ηκουσεν ο Θεός και υπερείδε και εξουδένωσε σφόδρα τον Ισραήλ. Και απώσατο την σκηνήν Σηλώμ, σκήνωμα, ό κατεσκήνωσεν εν ανθρώποις. Και παρέδωκεν εις αιχμαλωσίαν την ισχύν αυτών και την καλλονήν αυτών εις χείρας εχθρών. Και συνέκλεισεν εν ρομφαία τον λαόν αυτού. και την κληρονομίαν αυτού υπερείδε. Τους νεανίσκους αυτών κατέφαγε πυρ και αι παρθένοι αυτών ούκ επένθησαν. Οι ιερείς αυτών εν ρομφαία έπεσον, και αι χήραι αυτών ου κλαυθήσονται. Και εξηγέρθη ως ο υπνών Κύριος, ως δυνατός κεκραιπαληκώς εξ οίνου. Και επάταξε τους εχθρούς αυτού εις τα οπίσω, όνειδος αιώνιον έδωκεν αυτοίς. Και απώσατο το σκήνωμα Ιωσήφ και την φυλήν Εφραίμ ούκ εξελέξατο. Και εξελέξατο την φυλήν του Ιούδα, το όρος το Σιών, ό ηγάπησε. Και ωκοδόμησεν ως μονοκέρωτος το αγίασμα αυτού· εν τη γη εθεμελίωσεν αυτήν εις τον αιώνα. Και εξελέξατο Δαυίδ τον δούλον αυτού και ανέλαβεν αυτόν εκ των ποιμνίων των προβάτων. Εξόπισθεν των λοχευομένων έλαβεν αυτόν, ποιμαίνειν Ιακώβ τον δούλον αυτού, και Ισραήλ την κληρονομίαν αυτού. Και εποίμανεν αυτούς εν τη ακακία της καρδίας αυτού, και εν ταις συνέσεσι των χειρών αυτού ωδήγησεν αυτούς.
Δόξα. Και νυν. Αλληλούϊα.

Ψαλμός ΟΗ΄.78
Ο Θεός, ήλθοσαν έθνη εις κληρονομίαν σου, εμίαναν τον ναόν τον άγιον σου, έθεντο Ιερουσαλήμ ως οπωροφυλάκιον. ΄Εθεντο τα θνησιμαία των δούλων σου βρώματα τοις πετεινοίς του ουρανού, τας σάρκας των οσίων σου τοις θηρίοις της γης. Εξέχεαν το αίμα αυτών ωσεί ύδωρ κύκλω Ιερουσαλήμ, και ούκ ην ο θάπτων. Εγενήθημεν όνειδος τοις γείτοσιν ημών, μυκτηρισμός και χλευασμός τοις κύκλω ημών. ΄Εως πότε, Κύριε, οργισθήση εις τέλος, εκκαυθήσεται ως πύρ ο ζήλος σου; ΄Εκχεον την οργήν σου επί τα έθνη τα μη γινώσκοντα σε και επί βασιλείας, αί το όνομα σου ούκ επεκαλέσαντο. ΄Οτι κατέφαγον τον Ιακώβ, και τον τόπον αυτού ηρήμωσαν. Μη μνησθής ημών ανομιών αρχαίων· ταχύ προκαταλαβέτωσαν ημάς οι οικτιρμοί σου, Κύριε, ότι επτωχεύσαμεν σφόδρα. Βοήθησον ημίν, ο Θεός ο Σωτήρ ημών, ένεκεν της δόξης του ονόματος σου· Κύριε, ρύσαι ημάς και ιλάσθητι ταις αμαρτίαις ημών ένεκεν του ονόματος σου. Μήποτε είπωσι τα έθνη· Πού έστιν ο Θεός αυτών; Και γνωσθήτω εν τοις έθνεσιν ενώπιον των οφθαλμών ημών η εκδίκησις του αίματος των δούλων σου εκκεχυμένου. Εισελθέτω ενώπιον σου ο στεναγμός των πεπεδημένων, κατά την μεγαλωσύνην του βραχίονος σου περιποίησαι τους υιούς των τεθανατωμένων. Απόδος τοις γείτοσιν ημών επταπλασίονα εις τον κόλπον αυτών τον ονειδισμόν αυτών, όν ωνείδισαν σε, Κύριε. Ημείς δε λαός σου και πρόβατα νομής σου, ανθομολογησόμεθα σοι, ο Θεός, εις τον αιώνα, εις γενεάν και γενεάν εξαγελλούμεν την αίνεσιν σου.
Δόξα. Και νυν. Αλληλούϊα.

Ψαλμός ΟΘ΄.79
Ο ποιμάινων τον Ισραήλ πρόσχες, ο οδηγών ωσεί πρόβατον τον Ιωσήφ. Ο καθήμενος επί των Χερουβείμ εμφάνηθι, εναντίον Εφραίμ, και Βενιαμίν, και Μανασσή, Εξέγειρον την δυναστείαν σου και ελθέ εις το σώσαι ημάς. Ο Θεός, επίστρεψον ημάς και επίφανον το πρόσωπον σου και σωθησόμεθα. Κύριε ο Θεός των δυνάμεων, έως πότε οργίζη επί την προσευχήν των δούλων σου; Ψωμιείς ημάς άρτον δακρύων; και ποτιείς ημάς εν δάκρυσιν εν μέτρω; ΄Εθου ημάς εις αντιλογίαν τοις γείτοσιν ημών, και οι εχθροί ημών εμυκτήρισαν ημάς. Κύριε ο Θεός των δυνάμεων, επίστρεψον ημάς και επίφανον το πρόσωπον σου και σωθησόμεθα. ΄Αμπελον εξ Αιγύπτου μετήρας· εξέβαλες έθνη και κατεφύτευσας αυτήν. Ωδοποίησας έμπροσθεν αυτής και κατεφύτευσας τας ρίζας αυτής, και επλήρωσε την γην. Εκάλυψεν όρη η σκιά αυτής και αι αναδενδράδες αυτής τας κέδρους του Θεού. Εξέτεινε τα κλήματα αυτής έως θαλάσσης και έως ποταμών τας παραφυάδας αυτής. Ινατί καθείλες τον φραγμός αυτής και τρυγώσιν αυτήν πάντες οι παραπορευόμενοι την οδόν; Ελυμήνατο αυτήν σύς εκ δρυμού, και μονιός άγριος κατενεμήσατο αυτήν. Ο Θεός των δυνάμεων, επίστρεψον δη, και επίβλεψον εξ ουρανού και ίδε και επίσκεψε την άμπελον ταύτην. Και κατάρτισαι αυτήν, ή εφύτευσεν η δεξιά σου, και επί υιόν ανθρώπου, όν εκραταίωσας σεαυτώ. Εμπεπυρισμένη πυρί και ανεσκαμμένη· από επιτιμήσεως του προσώπου σου απολούνται. Γενηθήτω η χείρ σου επ΄άνδρα δεξιάς σου και επι υιόν ανθρώπου, όν εκραταίωσας σεαυτώ. Και ου μη αποστώμεν από σου· ζωώσεις ημάς, και το όνομα σου επικαλεσόμεθα. Κύριε, ο Θεός των δυνάμεων, επίστρεψον ημάς και επίφανον το πρόσωπον σου, και σωθησόμεθα.

Ψαλμός Π΄.80
Αγαλλιάσθε τω Θεώ βοηθώ ημών, αλαλάξατε τω Θεώ Ιακώβ. Λάβετε ψαλμόν, και δότε τύμπανον, ψαλτήριον τερπνόν μετά κιθάρας. Σαλπίσατε εν νεομηνία σάλπιγγι, εν ευσήμω ημέρα εορτής υμών. ΄Οτι πρόσταγμα τω Ισραήλ έστι και κρίμα τω Θεώ Ιακώβ. Μαρτύριον εν τω Ιωσήφ έθετο αυτον, εν τω εξελθείν αυτόν εκ γής Αιγύπτου· γλώσσαν, ήν ούκ έγνω, ήκουσε. Απέστησεν από άρσεων τον νώτον αυτού, αι χείρες αυτού εν τω κοφίνω εδούλευσαν Εν θλίψει επεκαλέσω με και ερρυσάμην σε· επήκουσα σου εν αποκρύφω καταιγίδος, εδοκίμασα σε επί ύδατος αντιλογίας. ΄Ακουσον, λαός μου, και λαλήσω σοι, Ισραήλ, και διαμαρτύρομαι σοι. Εάν ακούσης μου, ούκ έσται εν σοι Θεός πρόσφατος, ουδέ προσκυνήσεις Θεώ αλλοτρίω. Εγώ γαρ είμι Κύριος ο Θεός σου, ο αναγαγών σε εκ γης Αιγύπτου· πλάτυνον το στόμα σου, και πληρώσω αυτό. Και ούκ ήκουσεν ο λαός μου της φωνής μου, και Ισραήλ ού προσέσχε μοι. Και εξαπέστειλα αυτούς κατά τα επιτηδεύματα των καρδιών αυτών, πορεύσονται εν τοις επιτηδεύμασι αυτών. Ει ο λαός μου ήκουσε μου, Ισραήλ ταις οδοίς μου εί επορεύθη. Εν τω μηδενί αν τους εχθρούς αυτών εταπείνωσα και επί τους θλίβοντες αυτούς επέβαλον αν την χείρα μου. Οι εχθροί Κυρίου εψεύσαντο αυτώ, και έσται ο καιρός αυτών εις τον αιώνα. Και εψώμισεν αυτούς εκ στέατος πυρού και εκ πέτρας μέλι εχόρτασεν αυτούς.
Δόξα. Και νυν. Αλληλούϊα.

Πηγή: http://www.psathades.gr/bibliothiki/Proseuhes/OiPsalmoi.htm

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου